Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.53.6 Hdt. 4.57.1 (English) >>Hdt. 4.60.2

4.55.1 ἕκτος δὲ Ὑπάκυρις ποταμός, ὃς ὁρμᾶται μὲν ἐκ λίμνης, διὰ μέσων δὲ τῶν νομάδων Σκυθέων ῥέων ἐκδιδοῖ κατὰ Καρκινῖτιν πόλιν, ἐς δεξιὴν ἀπέργων τήν τε Ὑλαίην καὶ τὸν Ἀχιλλήιον δρόμον καλεόμενον.

ch. 56 4.56.1 ἕβδομος δὲ Γέρρος ποταμὸς ἀπέσχισται μὲν ἀπὸ τοῦ Βορυσθένεος κατὰ τοῦτο τῆς χώρης ἐς γινώσκεται Βορυσθένης· ἀπέσχισται μέν νυν ἐκ τούτου τοῦ χώρου, οὔνομα δὲ ἔχει τό περ χῶρος αὐτός, Γέρρος, ῥέων δὲ ἐς θάλασσαν οὐρίζει τήν τε τῶν νομάδων χώρην καὶ τὴν τῶν βασιληίων Σκυθέων, ἐκδιδοῖ δὲ ἐς τὸν Ὑπάκυριν.

ch. 57 4.57.1 ὄγδοος δὲ δὴ Τάναϊς ποταμός, ὃς ῥέει τἀνέκαθεν ἐκ λίμνης μεγάλης ὁρμώμενος, ἐκδιδοῖ δὲ ἐς μέζω ἔτι λίμνην καλεόμενον Μαιῆτιν, οὐρίζει Σκύθας τε τοὺς βασιληίους καὶ Σαυρομάτας. ἐς δὲ Τάναϊν τοῦτον ἄλλος ποταμὸς ἐσβάλλει τῷ οὔνομα ἐστὶ Ὕργις.

ch. 58 4.58.1 τοῖσι μὲν δὴ ὀνομαστοῖσι ποταμοῖσι οὕτω δή τι οἱ Σκύθαι ἐσκευάδαται, τοῖσι δὲ κτήνεσι ποίη ἀναφυομένη ἐν τῇ Σκυθικῇ ἐστι ἐπιχολωτάτη πασέων ποιέων τῶν ἡμεῖς ἴδμεν· ἀνοιγομένοισι δὲ τοῖσι κτήνεσι ἐστὶ σταθμώσασθαι ὅτι τοῦτο οὕτω ἔχει.

ch. 59 4.59.1 τὰ μὲν δὴ μέγιστα οὕτω σφι εὔπορά ἐστι, τὰ δὲ λοιπὰ νόμαια κατὰ τάδε σφι διακέεται. θεοὺς μὲν μούνους τούσδε ἱλάσκονται, Ἱστίην μὲν μάλιστα, ἐπὶ δὲ Δία καὶ Γῆν, νομίζοντες τὴν Γῆν τοῦ Διὸς εἶναι γυναῖκα, μετὰ δὲ τούτους, Ἀπόλλωνά τε καὶ οὐρανίην Ἀφροδίτην καὶ Ἡρακλέα καὶ Ἄρεα. τούτους μὲν πάντες Σκύθαι νενομίκασι, οἱ δὲ καλεόμενοι βασιλήιοι Σκύθαι καὶ τῷ Ποσειδέωνι θύουσι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.53.6 Hdt. 4.57.1 (English) >>Hdt. 4.60.2

Powered by PhiloLogic